Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.233 Joseph. AJ 2.238 (English) >>Joseph. AJ 2.243

2.236καὶ πρὸς τὸν φόνον ὀκνηρὸς ἦν βασιλεὺς τοιοῦτον αὐτὸν τοῦ θεοῦ παρασκευάσαντος, πρόνοια τῆς Μωυσέος σωτηρίας ἦν. ἐτρέφετο οὖν πολλῆς ἐπιμελείας τυγχάνων, καὶ τοῖς μὲν Ἑβραίοις ἐπʼ αὐτῷ παρῆν ἐλπὶς περὶ τῶν ὅλων, 2.237διʼ ὑποψίας δʼ εἶχον Αἰγύπτιοι τὴν ἀνατροφὴν αὐτοῦ· μηδενὸς δʼ ὄντος φανεροῦ, διʼ ὃν κἂν ἀπέκτεινεν αὐτὸν βασιλεὺς μηδὲν ὄντα συγγενοὺς διὰ τῆς εἰσποιήσεως τῶν ἄλλων τινός, πλέον ὑπὲρ ὠφελείας τῆς Αἰγυπτίων ἐκ τοῦ προειδέναι τὰ μέλλοντα θαρρεῖν παρῆν, ἀπείχοντο τῆς ἀναιρέσεως αὐτοῦ. 2.238

Μωυσῆς μὲν τῷ προειρημένῳ τρόπῳ γεννηθείς τε καὶ τραφεὶς καὶ παρελθὼν εἰς ἡλικίαν φανερὰν τοῖς Αἰγυπτίοις τὴν ἀρετὴν ἐποίησε καὶ τὸ ἐπὶ ταπεινώσει μὲν τῇ ἐκείνων, ἐπʼ αὐξήσει δὲ τῶν Ἑβραίων γεγονέναι τοιαύτης ἀφορμῆς λαβόμενος· 2.239Αἰθίοπες, πρόσοικοι δʼ εἰσὶ τοῖς Αἰγυπτίοις, ἐμβαλόντες εἰς χώραν αὐτῶν ἔφερον καὶ ἦγον τὰ τῶν Αἰγυπτίων. οἱ δʼ ὑπʼ ὀργῆς στρατεύουσιν ἐπʼ αὐτοὺς ἀμυνούμενοι τῆς καταφρονήσεως, καὶ τῇ μάχῃ κρατηθέντες οἱ μὲν αὐτῶν ἔπεσον οἱ δʼ αἰσχρῶς εἰς τὴν οἰκείαν διεσώθησαν φυγόντες. 2.240ἐπηκολούθησαν δὲ διώκοντες Αἰθίοπες καὶ μαλακίας ὑπολαβόντες τὸ μὴ κρατεῖν ἁπάσης τῆς Αἰγύπτου τῆς χώρας ἐπὶ πλεῖον ἥπτοντο καὶ γευσάμενοι τῶν ἀγαθῶν οὐκέτʼ αὐτῶν ἀπείχοντο, ὡς δὲ τὰ γειτνιῶντα μέρη πρῶτον αὐτοῖς ἐπερχομένων οὐκ ἐτόλμων ἀντιστρατεύειν, προύβησαν ἄχρι Μέμφεως καὶ τῆς θαλάσσης οὐδεμιᾶς τῶν πόλεων ἀντέχειν δυνηθείσης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.233 Joseph. AJ 2.238 (English) >>Joseph. AJ 2.243

Powered by PhiloLogic